Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.133 Dem. 21.137 (English) >>Dem. 21.140

21.135σὺ δʼ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας· τοὺς ἄλλους ἀξιοῖς τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον· τοσούτων ἀνθρώπων, μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων;

21.136τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις, ἄνδρες δικασταί, ἓν μὲν δύʼ ὄντα τἀδικήμαθʼ κατηγορεῖται, λόγους δʼ ἀφθόνους τοιούτους ὑπάρχονταςτίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον; τίς ὑμῶν ἐμὲ ταῦθʼ ἑόρακε ποιοῦντα; οὐκ ἔστιν, ἀλλʼ οὗτοι διʼ ἔχθραν καταψεύδονταί μου, καταψευδομαρτυροῦμαι,” τὰ τοιαῦτα· τούτῳ δʼ αὖ τἀναντία τούτων. 21.137πάντας γὰρ ὑμᾶς εἰδέναι νομίζω τὸν τρόπον καὶ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν τοῦ βίου, καὶ πάλαι θαυμάζειν ἐνίους οἴομαι ὧν αὐτοὶ μὲν ἴσασιν, οὐκ ἀκηκόασι δὲ νῦν ἐμοῦ. πολλοὺς δὲ τῶν πεπονθότων οὐδὲ πάνθʼ ὅσʼ ἠδίκηνται μαρτυρεῖν ἐθέλοντας ὁρῶ, τὴν βίαν καὶ τὴν φιλοπραγμοσύνην ὁρῶντας τὴν τούτου καὶ τὴν ἀφορμήν, ἥπερ ἰσχυρὸν ποιεῖ καὶ φοβερὸν τὸν κατάπτυστον τουτονί. 21.138τὸ γὰρ ἐπʼ ἐξουσίας καὶ πλούτου πονηρὸν εἶναι καὶ ὑβριστὴν τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν, ἐπεὶ περιαιρεθεὶς οὗτος τὰ ὄντα ἴσως μὲν οὐκ ἂν ὑβρίζοι, εἰ δʼ ἄρα, ἐλάττονος ἄξιος ἔσται τοῦ μικροτάτου παρʼ ὑμῖν· μάτην γὰρ λοιδορήσεται καὶ βοήσεται, δίκην δʼ, ἂν ἀσελγαίνῃ τι, τοῖς ἄλλοις ἡμῖν ἐξ ἴσου δώσει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.133 Dem. 21.137 (English) >>Dem. 21.140

Powered by PhiloLogic